Add parallel Print Page Options

31 πλὴν ζητεῖτε τὴν βασιλείαν [a]αὐτοῦ, καὶ [b]ταῦτα προστεθήσεται ὑμῖν.

32 Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. 33 πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην· ποιήσατε ἑαυτοῖς βαλλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· 34 ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται.

35 Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι, 36 καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. 37 μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας· ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς καὶ παρελθὼν διακονήσει αὐτοῖς. 38 [c]κἂν ἐν τῇ δευτέρᾳ κἂν ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτως, μακάριοί [d]εἰσιν ἐκεῖνοι.

39 Τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, [e]οὐκ ἂν ἀφῆκεν [f]διορυχθῆναι τὸν οἶκον αὐτοῦ. 40 καὶ [g]ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

41 Εἶπεν [h]δὲ ὁ Πέτρος· Κύριε, πρὸς ἡμᾶς τὴν παραβολὴν ταύτην λέγεις ἢ καὶ πρὸς πάντας; 42 [i]καὶ εἶπεν ὁ κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος, [j]ὁ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι ἐν καιρῷ [k]τὸ σιτομέτριον; 43 μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως· 44 ἀληθῶς λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. 45 ἐὰν δὲ εἴπῃ ὁ δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ὁ κύριός μου ἔρχεσθαι, καὶ ἄρξηται τύπτειν τοὺς παῖδας καὶ τὰς παιδίσκας, ἐσθίειν τε καὶ πίνειν καὶ μεθύσκεσθαι, 46 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει, καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ἀπίστων θήσει. 47 ἐκεῖνος δὲ ὁ δοῦλος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου [l]αὐτοῦ καὶ μὴ ἑτοιμάσας [m]ἢ ποιήσας πρὸς τὸ θέλημα αὐτοῦ δαρήσεται πολλάς· 48 ὁ δὲ μὴ γνοὺς ποιήσας δὲ ἄξια πληγῶν δαρήσεται ὀλίγας. παντὶ δὲ ᾧ ἐδόθη πολύ, πολὺ ζητηθήσεται παρ’ αὐτοῦ, καὶ ᾧ παρέθεντο πολύ, περισσότερον αἰτήσουσιν αὐτόν.

49 Πῦρ ἦλθον βαλεῖν [n]ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; 50 βάπτισμα δὲ ἔχω βαπτισθῆναι, καὶ πῶς συνέχομαι ἕως [o]ὅτου τελεσθῇ. 51 δοκεῖτε ὅτι εἰρήνην παρεγενόμην δοῦναι ἐν τῇ γῇ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν. 52 ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν [p]ἑνὶ οἴκῳ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισίν, 53 [q]διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρί, μήτηρ [r]ἐπὶ [s]θυγατέρα καὶ θυγάτηρ ἐπὶ [t]τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην αὐτῆς καὶ νύμφη ἐπὶ τὴν [u]πενθεράν.

54 Ἔλεγεν δὲ καὶ τοῖς ὄχλοις· Ὅταν [v]ἴδητε νεφέλην ἀνατέλλουσαν [w]ἐπὶ δυσμῶν, εὐθέως λέγετε [x]ὅτι Ὄμβρος ἔρχεται, καὶ γίνεται οὕτως· 55 καὶ ὅταν νότον πνέοντα, λέγετε ὅτι Καύσων ἔσται, καὶ γίνεται. 56 ὑποκριταί, τὸ πρόσωπον τῆς γῆς καὶ τοῦ οὐρανοῦ οἴδατε δοκιμάζειν, τὸν [y]δὲ καιρὸν τοῦτον πῶς [z]οὐκ οἴδατε δοκιμάζειν;

57 Τί δὲ καὶ ἀφ’ ἑαυτῶν οὐ κρίνετε τὸ δίκαιον; 58 ὡς γὰρ ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου ἐπ’ ἄρχοντα, ἐν τῇ ὁδῷ δὸς ἐργασίαν ἀπηλλάχθαι ἀπ’ αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτήν, καὶ ὁ κριτής σε [aa]παραδώσει τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε [ab]βαλεῖ εἰς φυλακήν. 59 λέγω σοι, οὐ μὴ ἐξέλθῃς ἐκεῖθεν ἕως [ac]καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς.

13 Παρῆσαν δέ τινες ἐν αὐτῷ τῷ καιρῷ ἀπαγγέλλοντες αὐτῷ περὶ τῶν Γαλιλαίων ὧν τὸ αἷμα Πιλᾶτος ἔμιξεν μετὰ τῶν θυσιῶν αὐτῶν. καὶ [ad]ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δοκεῖτε ὅτι οἱ Γαλιλαῖοι οὗτοι ἁμαρτωλοὶ παρὰ πάντας τοὺς Γαλιλαίους ἐγένοντο, ὅτι [ae]ταῦτα πεπόνθασιν; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ μετανοῆτε πάντες [af]ὁμοίως ἀπολεῖσθε. ἢ ἐκεῖνοι οἱ [ag]δεκαοκτὼ ἐφ’ οὓς ἔπεσεν ὁ πύργος ἐν τῷ Σιλωὰμ καὶ ἀπέκτεινεν αὐτούς, δοκεῖτε ὅτι [ah]αὐτοὶ ὀφειλέται ἐγένοντο παρὰ πάντας [ai]τοὺς ἀνθρώπους τοὺς [aj]κατοικοῦντας Ἰερουσαλήμ; οὐχί, λέγω ὑμῖν, ἀλλ’ ἐὰν μὴ [ak]μετανοῆτε πάντες [al]ὡσαύτως ἀπολεῖσθε.

Ἔλεγεν δὲ ταύτην τὴν παραβολήν. Συκῆν εἶχέν τις [am]πεφυτευμένην ἐν τῷ ἀμπελῶνι αὐτοῦ, καὶ ἦλθεν ζητῶν καρπὸν ἐν αὐτῇ καὶ οὐχ εὗρεν. εἶπεν δὲ πρὸς τὸν ἀμπελουργόν· Ἰδοὺ τρία ἔτη [an]ἀφ’ οὗ ἔρχομαι ζητῶν καρπὸν ἐν τῇ συκῇ ταύτῃ καὶ οὐχ εὑρίσκω· [ao]ἔκκοψον αὐτήν· ἱνατί καὶ τὴν γῆν καταργεῖ; ὁ δὲ ἀποκριθεὶς λέγει αὐτῷ· Κύριε, ἄφες αὐτὴν καὶ τοῦτο τὸ ἔτος, ἕως ὅτου σκάψω περὶ αὐτὴν καὶ βάλω κόπρια· κἂν μὲν ποιήσῃ καρπὸν [ap]εἰς τὸ μέλλον— εἰ δὲ μήγε, ἐκκόψεις αὐτήν.

10 Ἦν δὲ διδάσκων ἐν μιᾷ τῶν συναγωγῶν ἐν τοῖς σάββασιν. 11 καὶ ἰδοὺ [aq]γυνὴ πνεῦμα ἔχουσα ἀσθενείας ἔτη [ar]δεκαοκτώ, καὶ ἦν συγκύπτουσα καὶ μὴ δυναμένη ἀνακύψαι εἰς τὸ παντελές. 12 ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς προσεφώνησεν καὶ εἶπεν αὐτῇ· Γύναι, ἀπολέλυσαι τῆς ἀσθενείας σου, 13 καὶ ἐπέθηκεν αὐτῇ τὰς χεῖρας· καὶ παραχρῆμα ἀνωρθώθη, καὶ ἐδόξαζεν τὸν θεόν. 14 ἀποκριθεὶς δὲ ὁ ἀρχισυνάγωγος, ἀγανακτῶν ὅτι τῷ σαββάτῳ ἐθεράπευσεν ὁ Ἰησοῦς, ἔλεγεν τῷ ὄχλῳ [as]ὅτι Ἓξ ἡμέραι εἰσὶν ἐν αἷς δεῖ ἐργάζεσθαι· ἐν [at]αὐταῖς οὖν ἐρχόμενοι θεραπεύεσθε καὶ μὴ τῇ ἡμέρᾳ τοῦ σαββάτου. 15 ἀπεκρίθη [au]δὲ αὐτῷ ὁ κύριος καὶ εἶπεν· Ὑποκριταί, ἕκαστος ὑμῶν τῷ σαββάτῳ οὐ λύει τὸν βοῦν αὐτοῦ ἢ τὸν ὄνον ἀπὸ τῆς φάτνης καὶ [av]ἀπαγαγὼν ποτίζει; 16 ταύτην δὲ θυγατέρα Ἀβραὰμ οὖσαν, ἣν ἔδησεν ὁ Σατανᾶς ἰδοὺ δέκα καὶ ὀκτὼ ἔτη, οὐκ ἔδει λυθῆναι ἀπὸ τοῦ δεσμοῦ τούτου τῇ ἡμέρᾳ τοῦ σαββάτου; 17 καὶ ταῦτα λέγοντος αὐτοῦ κατῃσχύνοντο πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πᾶς ὁ ὄχλος ἔχαιρεν ἐπὶ πᾶσιν τοῖς ἐνδόξοις τοῖς γινομένοις ὑπ’ αὐτοῦ.

18 Ἔλεγεν [aw]οὖν· Τίνι ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, καὶ τίνι ὁμοιώσω αὐτήν; 19 ὁμοία ἐστὶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ, καὶ ηὔξησεν καὶ ἐγένετο εἰς [ax]δένδρον, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ.

20 [ay]Καὶ πάλιν εἶπεν· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ θεοῦ; 21 ὁμοία ἐστὶν ζύμῃ, ἣν λαβοῦσα γυνὴ [az]ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία ἕως οὗ ἐζυμώθη ὅλον.

22 Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς [ba]Ἱεροσόλυμα. 23 εἶπεν δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπεν πρὸς αὐτούς· 24 Ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς [bb]θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν, 25 ἀφ’ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· [bc]Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν· Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. 26 τότε ἄρξεσθε λέγειν· Ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· 27 καὶ ἐρεῖ [bd]λέγων ὑμῖν· Οὐκ [be]οἶδα πόθεν ἐστέ· ἀπόστητε ἀπ’ ἐμοῦ, πάντες [bf]ἐργάται ἀδικίας. 28 ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν [bg]ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω. 29 καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ [bh]ἀπὸ βορρᾶ καὶ νότου καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. 30 καὶ ἰδοὺ εἰσὶν ἔσχατοι οἳ ἔσονται πρῶτοι, καὶ εἰσὶν πρῶτοι οἳ ἔσονται ἔσχατοι.

31 Ἐν αὐτῇ τῇ [bi]ὥρᾳ προσῆλθάν τινες Φαρισαῖοι λέγοντες αὐτῷ· Ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. 32 καὶ εἶπεν αὐτοῖς· Πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· Ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις [bj]ἀποτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι.

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 αὐτοῦ WH Treg NIV ] τοῦ θεοῦ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:31 ταῦτα WH Treg NIV ] + πάντα RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 κἂν ἐν τῇ δευτέρᾳ κἂν WH Treg NIV ] Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:38 εἰσιν WH NIV ] + οἱ δοῦλοι Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 οὐκ ἂν NIV ] ἐγρηγόρησεν ἂν καὶ οὐκ WH Treg; ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:39 διορυχθῆναι WH NIV ] διορυγῆναι Treg RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:40 ὑμεῖς WH Treg NIV ] + οὖν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:41 δὲ WH Treg NIV ] + αὐτῷ RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 καὶ εἶπεν WH Treg NIV ] Εἶπεν δὲ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 WH Treg NIV ] καὶ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:42 τὸ WH NIV RP ] – Treg
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:47 αὐτοῦ WH Treg NIV ] ἑαυτοῦ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:47 WH NIV ] μηδὲ Treg RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:49 ἐπὶ WH Treg NIV ] εἰς RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:50 ὅτου WH Treg NIV ] οὗ RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:52 ἑνὶ οἴκῳ WH Treg NIV ] οἴκῳ ἑνὶ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 διαμερισθήσονται WH Treg NIV ] Διαμερισθήσεται RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 ἐπὶ WH Treg RP ] + τὴν NIV
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 θυγατέρα WH Treg NIV ] θυγατρί RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 τὴν μητέρα WH Treg NIV ] μητρί RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:53 πενθεράν WH Treg NIV ] + αὐτῆς RP
  22. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἴδητε WH Treg ] + τὴν NIV RP
  23. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ἐπὶ WH NIV ] ἀπὸ Treg RP
  24. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:54 ὅτι WH Treg NIV ] – RP
  25. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 δὲ καιρὸν Treg RP ] καιρὸν δὲ WH NIV
  26. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:56 οὐκ οἴδατε δοκιμάζειν WH Treg NIV ] οὐ δοκιμάζετε RP
  27. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 παραδώσει WH Treg NIV ] παραδῷ RP
  28. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:58 βαλεῖ WH Treg NIV ] βάλῃ RP
  29. ΚΑΤΑ ΛΟΥΚΑΝ 12:59 καὶ τὸ WH Treg NIV ] οὗ καὶ τὸν RP
  30. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ἀποκριθεὶς WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  31. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:2 ταῦτα WH Treg NIV ] τοιαῦτα RP
  32. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:3 ὁμοίως WH Treg NIV ] ὡσαύτως RP
  33. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 δεκαοκτὼ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  34. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 αὐτοὶ WH Treg NIV ] οὗτοι RP
  35. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 τοὺς WH Treg NIV ] – RP
  36. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:4 κατοικοῦντας WH Treg NIV ] + ἐν RP
  37. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 μετανοῆτε NIV RP ] μετανοήσητε WH Treg
  38. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:5 ὡσαύτως WH Treg NIV ] ὁμοίως RP
  39. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:6 πεφυτευμένην ἐν … αὐτοῦ WH Treg NIV ] ἐν … αὐτοῦ πεφυτευμένην RP
  40. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἀφ᾽ οὗ WH Treg NIV ] – RP
  41. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:7 ἔκκοψον WH Treg NIV RP ] + οὖν NA
  42. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:9 εἰς τὸ μέλλον — εἰ δὲ μήγε, WH Treg NIV ] εἰ δὲ μήγε, εἰς τὸ μέλλον RP
  43. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 γυνὴ WH Treg NIV ] + ἦν RP
  44. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:11 δεκαοκτώ WH NIV ] δέκα καὶ ὀκτὼ RP Treg
  45. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 ὅτι WH NIV ] – Treg RP
  46. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:14 αὐταῖς WH Treg NIV ] ταύταις RP
  47. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 δὲ WH Treg NIV ] οὖν RP
  48. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:15 ἀπαγαγὼν Treg NIV RP ] ἀπάγων WH
  49. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:18 οὖν WH Treg NIV ] δέ RP
  50. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:19 δένδρον WH NIV ] + μέγα Treg RP
  51. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:20 Καὶ WH Treg NIV ] – RP
  52. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:21 ἔκρυψεν WH Treg ] ἐνέκρυψεν NIV RP
  53. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:22 Ἱεροσόλυμα WH NIV ] Ἱερουσαλήμ Treg RP
  54. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:24 θύρας WH Treg NIV ] πύλης RP
  55. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:25 Κύριε WH Treg NIV ] + κύριε RP
  56. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:27 λέγων WH NIV ] Λέγω Treg RP
  57. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:27 οἶδα WH Treg ] + ὑμᾶς NIV RP
  58. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:27 ἐργάται WH Treg NIV ] οἱ ἐργάται τῆς RP
  59. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:28 ὄψησθε WH NIV RP ] ὄψεσθε Treg
  60. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:29 ἀπὸ WH Treg NIV ] – RP
  61. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:31 ὥρᾳ WH NIV ] ἡμέρᾳ Treg RP
  62. ΚΑΤΑ ΛΟΥΚΑΝ 13:32 ἀποτελῶ WH Treg NIV ] ἐπιτελῶ RP